Mark 2 — SRG
2Verse 1Καὶ*⸂εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν· καὶ ἠκούσθη⸃ ὅτι*⸂2εἰς οἶκόν⸃ ἐστιν.Verse 2Καὶ*⸋εὐθέως⸌ συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.Verse 3Καὶ ἔρχονται*⸉πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων.Verse 4Καὶ μὴ δυνάμενοι*⸂προσεγγίσαι⸃ αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον*⸂2ἐφ᾽ ᾧ⸃ ὁ παραλυτικὸς κατέκειτο.Verse 5*⸂Ἰδὼν δὲ⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον,*⸂2ἀφέωνταί⸃*⸋σοι⸌*⸉αἱ ἁμαρτίαι σου.⸊Verse 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,Verse 7*⸂Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ θεός;Verse 8Καὶ*⸂εὐθέως⸃ ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως*⸋αὐτοὶ⸌ διαλογίζονται ἐν ἑαυτοῖς,*⸂2εἶπεν⸃ αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;Verse 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ,*⸂Ἀφέωνταί⸃*⸂2σου⸃ αἱ ἁμαρτίαι, ἢ εἰπεῖν,*⸂3Ἔγειραι,⸃ καὶ ἆρόν*⸉σου τὸν κράββατον,⸊ καὶ περιπάτει;Verse 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου*⸉ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ—Verse 11Σοὶ λέγω,*⸂ἔγειραι⸃*⸋καὶ⸌ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.Verse 12Καὶ ἠγέρθη*⸂εὐθέως, καὶ⸃ ἄρας τὸν κράββατον, ἐξῆλθεν*⸂2ἐναντίον⸃ πάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι*⸉Οὐδέποτε οὕτως⸊ εἴδομεν.Verse 13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.Verse 14Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.Verse 15Καὶ*⸂ἐγένετο⸃*⸋ἐν τῷ⸌ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ*⸂2ἠκολούθησαν⸃ αὐτῷ.Verse 16Καὶ οἱ γραμματεῖς*⸂καὶ οἱ Φαρισαῖοι,⸃*⸆*⸂2ἰδόντες αὐτὸν ἐσθίοντα⸃ μετὰ τῶν*⸉τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ,*⸋Τί⸌ ὅτι μετὰ τῶν*⸂3τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ἐσθίει*⸋2καὶ πίνει;⸌Verse 17Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς,*⸆ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς*⸋εἰς μετάνοιαν.⸌Verse 18Καὶ ἦσαν*⸂οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων⸃ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ*⸆ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;Verse 19Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον*⸉μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν·Verse 20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν*⸂ἐκείναις ταῖς ἡμέραις.⸃Verse 21*⸋Καὶ⸌ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ*⸂ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα*⸆ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.Verse 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή,*⸂ῥήσσει⸃ ὁ οἶνος*⸋ὁ νέος⸌ τοὺς ἀσκούς,*⸂2καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς*⸋2βλητέον.⸌Verse 23Καὶ ἐγένετο*⸂παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν⸃ διὰ τῶν σπορίμων, καὶ*⸉ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ⸊ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.Verse 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν*⸋ἐν⸌ τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;Verse 25Καὶ*⸋αὐτὸς⸌*⸂ἔλεγεν⸃ αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;Verse 26*⸋Πῶς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ*⸆ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ*⸂τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;Verse 27Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο,*⸆ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·Verse 28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.