See Hebrew/Greek in BSB →
The Parable of the Sower
4Verse 1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶσυνήχθη πρὸς αὐτὸν ὄχλοςπολύς, ὥστε αὐτὸνἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆςἦν.Verse 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,Verse 3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρωντοῦ σπεῖραι.Verse 4Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεπαρὰ τὴν ὁδόν, καὶἦλθε τὰπετεινὰ καὶ κατέφαγεν αὐτό.Verse 5Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες,ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶεὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·Verse 6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.Verse 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.Verse 8Καὶἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶαὐξάνοντα, καὶ ἔφερενἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.Verse 9Καὶἔλεγεν,Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.The Purpose of Speaking in Parables
Verse 10Ὅτε δὲ ἐγένετο καταμόνας,ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκατὴν παραβολήν.Verse 11Καὶ ἔλεγεν αὐτοῖς,Ὑμῖνδέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάνταγίνεται·Verse 12ἵνα
βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι·
καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι·
μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖςτὰ ἁμαρτήματα.The Parable of the Sower Explained
Verse 13Καὶ λέγει αὐτοῖς,Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;Verse 14Ὁ σπείρων τὸν λόγον σπείρει.Verse 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν,εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένονἐν ταῖς καρδίαις αὐτῶν.Verse 16Καὶ οὗτοίεἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον,εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,Verse 17καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον,εὐθέως σκανδαλίζονται.Verse 18Καὶοὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι,οἱ τὸν λόγονἀκούοντες,Verse 19καὶ αἱ μέριμναι τοῦ αἰῶνοςτούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναισυμπνίγουσι τὸν λόγον, καὶ ἄκαρποςγίνεται.Verse 20Καὶοὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν,ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.A Lamp Under a Basket
Verse 21Καὶ ἔλεγεν αὐτοῖς,Μήτιὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴνκλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίανἐπιτεθῇ;Verse 22Οὐ γάρ ἐστίτι κρυπτόν,ὃἐὰνμὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵναεἰς φανερὸν ἔλθῃ.Verse 23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.Verse 24Καὶ ἔλεγεν αὐτοῖς,Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτεμετρηθήσεται ὑμῖν,καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.Verse 25Ὃς γὰρἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.The Parable of the Growing Seed
Verse 26Καὶ ἔλεγεν,Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡςἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,Verse 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόροςβλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.Verse 28Αὐτομάτηγὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον,εἶτα στάχυν, εἶταπλήρη σῖτον ἐν τῷ στάχυϊ.Verse 29Ὅταν δὲπαραδῷ ὁ καρπός,εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.The Parable of the Mustard Seed
Verse 30Καὶ ἔλεγε,Τίνιὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐνποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;Verse 31Ὡςκόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς,μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·Verse 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶγίνεταιπάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦκατασκηνοῦν.The Use of Parables
Verse 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼςἐδύναντο ἀκούειν·Verse 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλειαὐτοῖς·κατ᾽ ἰδίαν δὲ τοῖςμαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.Jesus Calms a Storm
Verse 35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης,Διέλθωμεν εἰς τὸ πέραν.Verse 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλαδὲπλοιάρια ἦν μετ᾽ αὐτοῦ.Verse 37Καὶγίνεται λαῖλαψἀνέμου μεγάλη·τὰ δὲ κύματαἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστεαὐτὸ ἤδη γεμίζεσθαι.Verse 38Καὶἦν αὐτὸςἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶδιεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;Verse 39Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ,Σιώπα, πεφίμωσο.Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.Verse 40Καὶ εἶπεν αὐτοῖς,Τί δειλοί ἐστεοὕτω;Πῶς οὐκ ἔχετε πίστιν;Verse 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσαὑπακούουσιν αὐτῷ;