See Hebrew/Greek in BSB →
Jesus Heals a Demon-Possessed Man
5Verse 1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶνΓαδαρηνῶν.Verse 2Καὶἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου,εὐθέωςἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,Verse 3ὃς τὴνκατοίκησιν εἶχεν ἐν τοῖςμνήμασι· καὶοὔτε ἁλύσεσιν οὐδεὶςἐδύνατο αὐτὸν δῆσαι,Verse 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶςαὐτὸν ἴσχυε δαμάσαι·Verse 5καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖςὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.Verse 6Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεναὐτῷ,Verse 7καὶ κράξας φωνῇ μεγάλῃεἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.Verse 8Ἔλεγε γὰρ αὐτῷ,Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.Verse 9Καὶ ἐπηρώτα αὐτόν,Τίσοι ὄνομα;Καὶἀπεκρίθη, λέγων,Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.Verse 10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴαὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.Verse 11Ἦν δὲ ἐκεῖπρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη·Verse 12καὶ παρεκάλεσαν αὐτὸνπάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.Verse 13Καὶ ἐπέτρεψεν αὐτοῖςεὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν·ἦσαν δὲ ὡςδισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.Verse 14Οἱ δὲ βόσκοντεςτοὺς χοίρους ἔφυγον, καὶἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός·Verse 15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενονκαὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸνΛεγεῶνα· καὶ ἐφοβήθησαν.Verse 16Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.Verse 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.Verse 18Καὶἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵναᾖ μετ᾽ αὐτοῦ.Verse 19Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ,Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶἀνάγγειλον αὐτοῖς ὅσασοι ὁ Κύριοςπεποίηκε, καὶ ἠλέησέ σε.Verse 20Καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.A Girl Restored to Life and a Woman Healed
Verse 21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.Verse 22Καὶἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματιἸάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,Verse 23καὶπαρεκάλει αὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇςαὐτῇ τὰς χεῖρας,ὅπως σωθῇ καὶζήσεται.Verse 24Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.Verse 25Καὶ γυνήτις οὖσα ἐν ῥύσει αἵματοςἔτη δώδεκα,Verse 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,Verse 27ἀκούσασαπερὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ·Verse 28ἔλεγεγὰρ ὅτιΚἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.Verse 29Καὶεὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.Verse 30Καὶεὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε,Τίς μου ἥψατο τῶν ἱματίων;Verse 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις,Τίς μου ἥψατο;Verse 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.Verse 33Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονενἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.Verse 34Ὁ δὲ εἶπεν αὐτῇ,Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.Verse 35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;Verse 36Ὁ δὲ Ἰησοῦςεὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ,Μὴ φοβοῦ· μόνον πίστευε.Verse 37Καὶ οὐκ ἀφῆκενοὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴΠέτρον καὶ Ἰάκωβον καὶἸωάννην τὸν ἀδελφὸν Ἰακώβου.Verse 38Καὶἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον,κλαίοντας καὶ ἀλαλάζοντας πολλά.Verse 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς,Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.Verse 40Καὶ κατεγέλων αὐτοῦ.Ὁ δέ, ἐκβαλὼνπάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίονἀνακείμενον.Verse 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ,Ταλιθά, κοῦμι·ὅ ἐστι μεθερμηνευόμενον,Τὸ κοράσιον, σοὶ λέγω,ἔγειραι.Verse 42Καὶεὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶἐξέστησαν ἐκστάσει μεγάλῃ.Verse 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶςγνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.